| | (To the chief Musician, to Jeduthun, A Psalm of Asaph.) | Εἰς τὸ τέλος, ὑπὲρ ᾿Ιδιθούν· ψαλμὸς τῷ ᾿Ασάφ. - |
| 1 | | I cried unto God with my voice, even unto God with my voice; and he gave ear unto me. | ΦΩΝῌ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεόν, καὶ προσέσχε μοι. |
| 2 | | In the day of my trouble I sought the Lord: my sore ran in the night, and ceased not: my soul refused to be comforted. | ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. |
| 3 | | I remembered God, and was troubled: I complained, and my spirit was overwhelmed. Selah. | ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου. (διάψαλμα). |
| 4 | | Thou holdest mine eyes waking: I am so troubled that I cannot speak. | προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. |
| 5 | | I have considered the days of old, the years of ancient times. | διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· |
| 6 | | I call to remembrance my song in the night: I commune with mine own heart: and my spirit made diligent search. | νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλε τὸ πνεῦμά μου. |
| 7 | | Will the Lord cast off for ever? and will he be favourable no more? | μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; |
| 8 | | Is his mercy clean gone for ever? doth his promise fail for evermore? | ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει; συνετέλεσε ῥῆμα ἀπὸ γενεᾶς εἰς γενεάν; |
| 9 | | Hath God forgotten to be gracious? hath he in anger shut up his tender mercies? Selah. | μὴ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεός; ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; (διάψαλμα). |
| 10 | | And I said, This is my infirmity: but I will remember the years of the right hand of the most High. | καὶ εἶπα· νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ῾Υψίστου. |
| 11 | | I will remember the works of the : surely I will remember thy wonders of old. | ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου |
| 12 | | I will meditate also of all thy work, and talk of thy doings. | καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. |
| 13 | | Thy way, O God, is in the sanctuary: who is so great a God as our God? | ὁ Θεός, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; |
| 14 | | Thou art the God that doest wonders: thou hast declared thy strength among the people. | σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· |
| 15 | | Thou hast with thine arm redeemed thy people, the sons of Jacob and Joseph. Selah. | ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς ᾿Ιακὼβ καὶ ᾿Ιωσήφ. (διάψαλμα). |
| 16 | | The waters saw thee, O God, the waters saw thee; they were afraid: the depths also were troubled. | εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, ἐταράχθησαν ἄβυσσοι, |
| 17 | | The clouds poured out water: the skies sent out a sound: thine arrows also went abroad. | πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· |
| 18 | | The voice of thy thunder was in the heaven: the lightnings lightened the world: the earth trembled and shook. | φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. |
| 19 | | Thy way is in the sea, and thy path in the great waters, and thy footsteps are not known. | ἐν τῇ θαλάσσῃ αἱ ὁδοί σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. |
| 20 | | Thou leddest thy people like a flock by the hand of Moses and Aaron. | ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωϋσῆ καὶ ᾿Ααρών. |