| 1 | | (Maschil of Asaph.) O God, why hast thou cast us off for ever? why doth thine anger smoke against the sheep of thy pasture? | Συνέσεως τῷ ᾿Ασάφ. - ΙΝΑΤΙ ἀπώσω, ὁ Θεός, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; |
| 2 | | Remember thy congregation, which thou hast purchased of old; the rod of thine inheritance, which thou hast redeemed; this mount Zion, wherein thou hast dwelt. | μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ᾿ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου, ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ. |
| 3 | | Lift up thy feet unto the perpetual desolations; even all that the enemy hath done wickedly in the sanctuary. | ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος, ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. |
| 4 | | Thine enemies roar in the midst of thy congregations; they set up their ensigns for signs. | καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα καὶ οὐκ ἔγνωσαν. |
| 5 | | A man was famous according as he had lifted up axes upon the thick trees. | ὡς εἰς τὴν ἔξοδον ὑπεράνω, |
| 6 | | But now they break down the carved work thereof at once with axes and hammers. | ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ ἐν πελέκει καὶ λαξευτηρίῳ κατέρραξαν αὐτήν. |
| 7 | | They have cast fire into thy sanctuary, they have defiled by casting down the dwelling place of thy name to the ground. | ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. |
| 8 | | They said in their hearts, Let us destroy them together: they have burned up all the synagogues of God in the land. | εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· δεῦτε καὶ καταπαύσωμεν πάσας τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. |
| 9 | | We see not our signs: there is no more any prophet: neither is there among us any that knoweth how long. | τὰ σημεῖα αὐτῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. |
| 10 | | O God, how long shall the adversary reproach? shall the enemy blaspheme thy name for ever? | ἕως πότε, ὁ Θεός, ὀνειδιεῖ ὁ ἐχθρός, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; |
| 11 | | Why withdrawest thou thy hand, even thy right hand? pluck it out of thy bosom. | ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; |
| 12 | | For God is my King of old, working salvation in the midst of the earth. | ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. |
| 13 | | Thou didst divide the sea by thy strength: thou brakest the heads of the dragons in the waters. | σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. |
| 14 | | Thou brakest the heads of leviathan in pieces, and gavest him to be meat to the people inhabiting the wilderness. | σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. |
| 15 | | Thou didst cleave the fountain and the flood: thou driedst up mighty rivers. | σὺ διέρρηξας πηγὰς καὶ χειμάρρους, σὺ ἐξήρανας ποταμοὺς ᾿Ηθάμ. |
| 16 | | The day is thine, the night also is thine: thou hast prepared the light and the sun. | σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ, σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. |
| 17 | | Thou hast set all the borders of the earth: thou hast made summer and winter. | σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς· θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. |
| 18 | | Remember this, that the enemy hath reproached, O LORD, and that the foolish people have blasphemed thy name. | μνήσθητι ταύτης· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. |
| 19 | | O deliver not the soul of thy turtledove unto the multitude of the wicked: forget not the congregation of thy poor for ever. | μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. |
| 20 | | Have respect unto the covenant: for the dark places of the earth are full of the habitations of cruelty. | ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρώθησαν οἱ ἐσκοτισμένοι τῆς γῆς οἴκων ἀνομιῶν. |
| 21 | | O let not the oppressed return ashamed: let the poor and needy praise thy name. | μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμένος· πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. |
| 22 | | Arise, O God, plead thine own cause: remember how the foolish man reproacheth thee daily. | ἀνάστα, ὁ Θεός, δίκασον τὴν δίκην σου· μνήσθητι τοῦ ὀνειδισμοῦ σου τοῦ ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. |
| 23 | | Forget not the voice of thine enemies: the tumult of those that rise up against thee increaseth continually. | μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου· ἡ ὑπερηφανία τῶν μισούντων σε ἀνέβη διὰ παντός. |