| | (A Psalm of David, to bring to remembrance.) | Ψαλμὸς τῷ Δαυΐδ· εἰς ἀνάμνησιν περὶ τοῦ σαββάτου. - |
| 1 | | O Lord, rebuke me not in thy wrath: neither chasten me in thy hot displeasure. | ΚΥΡΙΕ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. |
| 2 | | For thine arrows stick fast in me, and thy hand presseth me sore. | ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· |
| 3 | | There is no soundness in my flesh because of thine anger; neither is there any rest in my bones because of my sin. | οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. |
| 4 | | For mine iniquities are gone over mine head: as a heavy burden they are too heavy for me. | ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. |
| 5 | | My wounds stink and are corrupt because of my foolishness. | προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· |
| 6 | | I am troubled; I am bowed down greatly; I go mourning all the day long. | ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. |
| 7 | | For my loins are filled with a loathsome disease: and there is no soundness in my flesh. | ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· |
| 8 | | I am feeble and sore broken: I have roared by reason of the disquietness of my heart. | ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. |
| 9 | | Lord, all my desire is before thee; and my groaning is not hid from thee. | Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. |
| 10 | | My heart panteth, my strength faileth me: as for the light of mine eyes, it also is gone from me. | ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. |
| 11 | | My lovers and my friends stand aloof from my sore; and my kinsmen stand afar off. | οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· |
| 12 | | They also that seek after my life lay snares for me: and they that seek my hurt speak mischievous things, and imagine deceits all the day long. | καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. |
| 13 | | But I, as a deaf man, heard not; and I was as a dumb man that openeth not his mouth. | ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· |
| 14 | | Thus I was as a man that heareth not, and in whose mouth are no reproofs. | καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. |
| 15 | | For in thee, O LORD, do I hope: thou wilt hear, O Lord my God. | ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. |
| 16 | | For I said, Hear me, lest otherwise they should rejoice over me: when my foot slippeth, they magnify themselves against me. | ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. |
| 17 | | For I am ready to halt, and my sorrow is continually before me. | ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. |
| 18 | | For I will declare mine iniquity; I will be sorry for my sin. | ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. |
| 19 | | But mine enemies are lively, and they are strong: and they that hate me wrongfully are multiplied. | οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· |
| 20 | | They also that render evil for good are mine adversaries; because I follow the thing that good is. | οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. |
| 21 | | Forsake me not, O LORD: O my God, be not far from me. | μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· |
| 22 | | Make haste to help me, O Lord my salvation. | πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. |