| 1 | | Rejoice in the LORD, O ye righteous: for praise is comely for the upright. | Τῷ Δαυΐδ. - ΑΓΑΛΛΙΑΣΘΕ, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. |
| 2 | | Praise the LORD with harp: sing unto him with the psaltery and an instrument of ten strings. | ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. |
| 3 | | Sing unto him a new song; play skilfully with a loud noise. | ᾄσατε αὐτῷ ᾆσμα καινόν, καλῶς ψάλατε αὐτῷ ἐν ἀλαλαγμῷ. |
| 4 | | For the word of the LORD is right; and all his works are done in truth. | ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει· |
| 5 | | He loveth righteousness and judgment: the earth is full of the goodness of the LORD. | ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. |
| 6 | | By the word of the LORD were the heavens made; and all the host of them by the breath of his mouth. | τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν· |
| 7 | | He gathereth the waters of the sea together as an heap: he layeth up the depth in storehouses. | συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. |
| 8 | | Let all the earth fear the LORD: let all the inhabitants of the world stand in awe of him. | φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπ᾿ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· |
| 9 | | For he spake, and it was done; he commanded, and it stood fast. | ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. |
| 10 | | The LORD bringeth the counsel of the heathen to nought: he maketh the devices of the people of none effect. | Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· |
| 11 | | The counsel of the LORD standeth for ever, the thoughts of his heart to all generations. | ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. |
| 12 | | Blessed is the nation whose God is the LORD; and the people whom he hath chosen for his own inheritance. | μακάριον τὸ ἔθνος, οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαός, ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. |
| 13 | | The LORD looketh from heaven; he beholdeth all the sons of men. | ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων· |
| 14 | | From the place of his habitation he looketh upon all the inhabitants of the earth. | ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν, |
| 15 | | He fashioneth their hearts alike; he considereth all their works. | ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. |
| 16 | | There is no king saved by the multitude of an host: a mighty man is not delivered by much strength. | οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. |
| 17 | | An horse is a vain thing for safety: neither shall he deliver any by his great strength. | ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. |
| 18 | | Behold, the eye of the LORD is upon them that fear him, upon them that hope in his mercy; | ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, |
| 19 | | To deliver their soul from death, and to keep them alive in famine. | ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. |
| 20 | | Our soul waiteth for the LORD: he is our help and our shield. | ἡ ψυχὴ ἡμῶν ὑπομενεῖ τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν· |
| 21 | | For our heart shall rejoice in him, because we have trusted in his holy name. | ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. |
| 22 | | Let thy mercy, O LORD, be upon us, according as we hope in thee. | γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |